Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.251 Joseph. AJ 7.256 (English) >>Joseph. AJ 7.260

7.254κατακαλυψαμένου δὲ τοῦ βασιλέως καὶ στένοντος τὸν υἱὸν εἴσεισι πρὸς αὐτὸν Ἰώαβος καὶ παρηγορῶν δέσποτα, φησί, λανθάνεις διαβάλλων σαυτὸν οἷς ποιεῖς, ὅτι τοὺς μὲν ἀγαπῶντάς σε καὶ περὶ σοῦ κινδυνεύοντας καὶ σαυτὸν καὶ τὴν σὴν γενεὰν δοκεῖς μισεῖν, στέργειν δὲ τοὺς ἐχθροτάτους καὶ ποθεῖν οὐκέτʼ ὄντας, οἳ δίκῃ τεθνήκασιν· 7.255εἰ γὰρ Ἀψάλωμος ἐκράτησε καὶ τὴν βασιλείαν βεβαίως κατέσχεν, οὐδενὸς ἂν ἡμῶν ὑπελείφθη λείψανον, ἀλλὰ πάντες ἂν ἀπὸ σοῦ καὶ τῶν σῶν ἀρξάμενοι τέκνων ἀπωλώλειμεν οἰκτρῶς, οὐ κλαιόντων ἡμᾶς τῶν πολεμίων ἀλλὰ καὶ χαιρόντων καὶ τοὺς ἐλεοῦντας ἐπὶ τοῖς κακοῖς κολαζόντων. σὺ δʼ οὐκ αἰσχύνῃ ταῦτα ποιῶν ἐπὶ μᾶλλον ἐχθρῷ, ὅτι σὸς υἱὸς ὢν ἀσεβὴς οὕτως ἐγένετο. 7.256παυσάμενος οὖν τῆς ἀδίκου λύπης προελθὼν ὄφθητι τοῖς σαυτοῦ στρατιώταις καὶ τῆς νίκης αὐτοῖς καὶ τῆς περὶ τοὺς ἀγῶνας προθυμίας εὐχαρίστησον. ὡς ἐγὼ τήμερον, ἂν ἐπιμένῃς τοῖς ἄρτι πραττομένοις, ἀναπείσας ἀποστῆναί σου τὸν λαὸν καὶ τὴν βασιλείαν ἑτέρῳ παραδοῦναι, τότε σοι πικρότερον 7.257καὶ ἀληθὲς ποιήσω τὸ πένθος.” ταῦτʼ εἰπὼν Ἰώαβος ἀπέστρεψεν ἀπὸ τῆς λύπης καὶ ἤγαγεν εἰς τὸν περὶ τῶν πραγμάτων λογισμὸν τὸν βασιλέα· μετασχηματίσας γὰρ ἑαυτὸν Δαυίδης καὶ ποιήσας ἐπιτήδειον εἰς τὴν τοῦ πλήθους θέαν πρὸς ταῖς πύλαις ἐκάθισεν, ὡς ἅπαντα τὸν λαὸν ἀκούσαντα συνδραμεῖν πρὸς αὐτὸν καὶ κατασπάσασθαι. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.251 Joseph. AJ 7.256 (English) >>Joseph. AJ 7.260

Powered by PhiloLogic